Τα θέματα στα οποία διαγωνίστηκαν σήμερα οι υποψήφιοι των ΓΕΛ (Αρχαία Ελληνική Γλώσσα και Μαθηματικά) ανάλογα με την ομάδα προσανατολισμού δόθηκαν στη δημοσιότητα από το υπουργείο Παιδείας.
Τα θέματα στα οποία διαγωνίστηκαν σήμερα οι υποψήφιοι των ΓΕΛ (Αρχαία Ελληνική Γλώσσα και Μαθηματικά) ανάλογα με την ομάδα προσανατολισμού δόθηκαν στη δημοσιότητα από το υπουργείο Παιδείας.
Πλάτων, Πρωταγόρας 321b-322a
Ἅτε δὴ οὖν οὐ πάνυ τι σοφὸς ὢν ὁ Ἐπιμηθεὺς ἔλαθεν αὑτὸν καταναλώσας τὰς δυνάμεις εἰς τὰ ἄλογα · λοιπὸν δὴ ἀκόσμητον ἔτι αὐτῷ ἦν τὸ ἀνθρώπων γένος, καὶ ἠπόρει ὅτι χρήσαιτο. Ἀποροῦντι δὲαὐτῷ ἔρχεται Προμηθεὺς ἐπισκεψόμενος τὴν νομήν, καὶ ὁρᾷ τὰ μὲν ἄλλα ζῷα ἐμμελῶς πάντων ἔχοντα, τὸν δὲ ἄνθρωπον γυμνόν τε καὶ ἀνυπόδητον καὶ ἄστρωτον καὶ ἄοπλον · ἤδη δὲ καὶ ἡ εἱμαρμένη ἡμέρα παρῆν, ἐν ᾗ ἔδει καὶ ἄνθρωπον ἐξιέναι ἐκ γῆς εἰς φῶς. Ἀπορίᾳ οὖν σχόμενος ὁ Προμηθεὺς ἥντινα σωτηρίαν τῷ ἀνθρώπῳ εὕροι, κλέπτει Ἡφαίστου καὶ Ἀθηνᾶς τὴν ἔντεχνον σοφίαν σὺν πυρί –ἀμήχανον γὰρ ἦν ἄνευ πυρὸς αὐτὴν κτητήν τῳ ἢ χρησίμην γενέσθαι – καὶ οὕτω δὴ δωρεῖται ἀνθρώπῳ. Τὴν μὲν οὖν περὶ τὸν βίον σοφίαν ἄνθρωπος ταύτῃ ἔσχεν, τὴν δὲ πολιτικὴν οὐκ εἶχεν · ἦν γὰρ παρὰ τῷ Διί. Τῷ δὲ Προμηθεῖ εἰς μὲν τὴν ἀκρόπολιν τὴν τοῦ Διὸς οἴκησιν οὐκέτι ἐνεχώρει εἰσελθεῖν –πρὸς δὲ καὶ αἱ Διὸς φυλακαὶ φοβεραὶ ἦσαν– εἰς δὲ τὸ τῆς Ἀθηνᾶς καὶ Ἡφαίστου οἴκημα τὸ κοινόν, ἐν ᾧ ἐφιλοτεχνείτην, λαθὼν εἰσέρχεται, καὶ κλέψας τήν τε ἔμπυρον τέχνην τὴν τοῦ Ἡφαίστου καὶ τὴν ἄλλην τὴν τῆς Ἀθηνᾶς δίδωσιν ἀνθρώπῳ, καὶ ἐκ τούτου εὐπορία μὲν ἀνθρώπῳ τοῦ βίου γίγνεται, Προμηθέα δὲ δι’ Ἐπιμηθέα ὕστερον, ᾗπερ λέγεται, κλοπῆς δίκη μετῆλθεν.
Αναφορικά με το αδίδακτο κείμενο που δόθηκε στους υποψηφίους, επιλέχθηκε Ξενοφών, Κυνηγετικός, 13.1-5 (έκδ. του E.C. Marchant)
Θαυμάζω δὲ τῶν σοφιστῶν καλουμένων ὅτι φασὶ μὲν ἐπ’ ἀρετὴν ἄγειν οἱ πολλοὶ τοὺς νέους, ἄγουσι δ’ ἐπὶ τοὐναντίον˙ οὔτε γὰρ ἄνδρα που ἑωράκαμεν ὅντιν’ οἱ νῦν σοφισταὶ ἀγαθὸν ἐποίησαν, οὔτε γράμματα παρέχονται ἐξ ὧν χρὴ ἀγαθοὺς γίγνεσθαι, ἀλλὰ περὶ μὲν τῶν ματαίων πολλὰ αὐτοῖς γέγραπται, ἀφ’ ὧν τοῖς νέοις αἱ μὲν ἡδοναὶ κεναί, ἀρετὴ δ’ οὐκ ἔνι 1
˙ διατρίβειν δ’ ἄλλως παρέχει τοῖς ἐλπίσασί τι ἐξ αὐτῶν μαθήσεσθαι καὶ ἑτέρων κωλύει χρησίμων καὶ διδάσκει κακά. Μέμφομαι οὖν αὐτοῖς τὰ μὲν μεγάλα μειζόνως˙ περὶ δὲ ὧν γράφουσιν, ὅτι τὰ μὲν ῥήματα αὐτοῖς ἐζήτηται, γνῶμαι δὲ ὀρθῶς ἔχουσαι, αἷς ἂν παιδεύοιντο οἱ νεώτεροι ἐπ’ ἀρετήν, οὐδαμοῦ.
Ἐγὼ δὲ ἰδιώτης μέν εἰμι, οἶδα δὲ ὅτι κράτιστον μέν ἐστι παρὰ τῆς αὑτοῦ φύσεως τὸ ἀγαθὸν διδάσκεσθαι, δεύτερον δὲ παρὰ τῶν ἀληθῶς ἀγαθόν τι ἐπισταμένων μᾶλλον ἢ ὑπὸ τῶν ἐξαπατᾶν τέχνην ἐχόντων. Ἴσως οὖν τοῖς μὲν ὀνόμασιν οὐ σεσοφισμένως λέγω˙ οὐδὲ γὰρ ζητῶ τοῦτο˙ ὧν δὲ δέονται εἰς ἀρετὴν οἱ καλῶς πεπαιδευμένοι ὀρθῶς ἐγνωσμένα ζητῶ λέγειν˙ ὀνόματα μὲν γὰρ οὐκ ἂν παιδεύσειε, γνῶμαι δέ, εἰ καλῶς ἔχοιεν.
Δείτε τα θέματα στα Αρχαία
Δείτε τα θέματα στα Μαθηματικά
Οι απαντήσεις στα θέματα θα δοθούν από τον επιστημονικό αναλυτή και διευθυντή των φροντιστηρίων «ΟΜΟΚΕΝΤΡΟ» και «ΑΝΘΡΩΠΙΣΤΙΚΕΣ ΣΠΟΥΔΕΣ» κ. Αντώνη Φλωρόπουλο.